Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.63 Dem. 21.66 (English) >>Dem. 21.69

21.65πολλοὺς δʼ ἂν ἔχων εἰπεῖν ἔτι καὶ διὰ πολλὰς προφάσεις ἐχθροὺς γεγενημένους ἀλλήλοις, οὐδένα πώποτʼ οὔτʼ ἀκήκοα οὔθʼ ἑόρακα ὅστις εἰς τοσοῦτον ἐλήλυθεν ὕβρεως ὥστε τοιοῦτόν τι ποιεῖν. οὐδέ γʼ ἐκεῖνʼ οὐδεὶς ὑμῶν οἶδʼ ὅτι μνημονεύει πρότερον, τῶν ἐπὶ τοῖς ἰδίοις καὶ τοῖς κοινοῖς ἐχθρῶν ἀλλήλοις οὐδένʼ οὔτε καλουμένων τῶν κριτῶν παρεστηκότα, οὔθʼ ὅταν ὀμνύωσιν ἐξορκοῦντα, οὔθʼ ὅλως ἐπʼ οὐδενὶ τῶν τοιούτων ἐχθρὸν ἐξεταζόμενον. 21.66ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτʼ, ἄνδρες Ἀθηναῖοι, φιλονικίᾳ μὲν ὑπαχθέντα χορηγὸν ὄντα ποιεῖν ἔχει τινὰ συγγνώμην· ἔχθρᾳ δʼ ἐλαύνοντά τινα, ἐκ προαιρέσεως, ἐφʼ ἅπασι, καὶ τὴν ἰδίαν δύναμιν κρείττω τῶν νόμων οὖσαν ἐνδεικνύμενον, Ἡράκλεις, βαρὺ κοὐχὶ δίκαιόν ἐστιν οὐδὲ συμφέρον ὑμῖν. εἰ γὰρ ἑκάστῳ τῶν χορηγούντων τοῦτο πρόδηλον γένοιτο, ὅτι ἂν δεῖνʼ ἐχθρὸς μοι, Μειδίας τις ἄλλος θρασὺς οὕτω καὶ πλούσιος, πρῶτον μὲν ἀφαιρεθήσομαι τὴν νίκην, κἂν ἄμεινον ἀγωνίσωμαί τινος, ἔπειτʼ ἐφʼ ἅπασιν ἐλαττωθήσομαι καὶ προπηλακιζόμενος διατελῶ, τίς οὕτως ἀλόγιστος τίς οὕτως ἄθλιός ἐστιν, ὅστις ἑκὼν ἂν μίαν δραχμὴν ἐθελήσειεν ἀναλῶσαι; οὐδεὶς δήπου. 21.67ἀλλʼ, οἶμαι, τὸ πάντας ποιοῦν καὶ φιλοτιμεῖσθαι καὶ ἀναλίσκειν ἐθέλειν ἐκεῖνʼ ἐστίν, ὅτι τῶν ἴσων καὶ τῶν δικαίων ἕκαστος ἡγεῖται ἑαυτῷ μετεῖναι ἐν δημοκρατίᾳ. ἐγὼ τοίνυν, ἄνδρες Ἀθηναῖοι, τούτων οὐκ ἔτυχον διὰ τοῦτον, ἀλλὰ χωρὶς ὧν ὑβρίσθην, καὶ τῆς νίκης προσαπεστερήθην. καίτοι πᾶσιν ὑμῖν ἐγὼ τοῦτο δείξω σαφῶς, ὅτι μηδὲν ἀσελγὲς ἐξῆν ποιοῦντι Μειδίᾳ μηδʼ ὑβρίζοντι μηδὲ τύπτοντι καὶ λυπεῖν ἐμὲ καὶ κατὰ τοὺς νόμους αὐτῷ φιλοτιμεῖσθαι πρὸς ὑμᾶς, καὶ μηδὲ διᾶραι περὶ αὐτοῦ τὸ στόμʼ ἔχειν ἐμέ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.63 Dem. 21.66 (English) >>Dem. 21.69

Powered by PhiloLogic